Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 100
Not analysed yet
100. Ἑκτάβη: ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος, ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς τοῦ Ἀγαμέμνονος καταλιποῦσα. A. M. ἔοικεν οὐ διασωθῆναι Ἑκάβην μέχρι τῆς σκηνῆς Ἀγαμέμνονος, ἐμποδισθεῖσαν παρὰ τοῦ χοροῦ, ἀλλ᾿ ἀπελθεῖν εἰς τὴν σκηνὴν Πολυξένης. Gu. χορὸς ἐκ Τρωϊάδων αἰχμαλωτίδων γυναικῶν. χορὸς διαιρεῖται εἰς τρία, εἰς στάσιμα, εἰς παροδικὰ καὶ εἰς κωμικά. Fl. 25. ὁ χορὸς ἐκ τῶν Τρωϊκῶν γυναικῶν τῶν αἰχμαλωτισθεισῶν συνέστη. Fl. 33. ὁ δὲ λόγος, ὦ Ἑκάβη, πρὸς σὲ ἐλιάσθην, ἤγουν ἐξώρμημαι καὶ παρεγενόμην, μετὰ σπουδῆς, τὰς δεσποτικὰς σκηνὰς τοῦ Ἀγαμέμνονος λιποῦσα. Fl. 25. σπουδῇ: σπουδαίως. Fl. 59. ἀντὶ τοῦ μετὰ ταχυτῆτος. Gr. σπουδαίως. ἀπὸ ὀνόματος τὸ ἐπίρρημα. Gu. ἐλιάσθην: ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης. M. προσέφυγον, ἦλθον. γίνεται δὲ ἀπὸ τοῦ ἁλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω· ὅθεν ἁλίζω, καὶ κατὰ μετάθεσιν λιάζω· ὁ παθητικὸς πρῶτος ἀόριστος ἐλιάσθην. I. ἐλιάσθην; προσέφυγον, ἦλθον πρὸς σὲ, οὐδὲν ἀπὸ τῶν παθέων, ὧν ἔχεις δηλονότι, κουφίζουσα. Baroc. προσῆλθόν σοι, προσέφυγον· σύναπτε δὲ τοῦτο πρὸς τὸ παθέων, τὰ δʼ ἄλλα διὰ μέσου. Gu. ἤγουν ἔφυγον. Gr. ἀπὸ τοῦ λίαν, ἀΐσσω καὶ ὁρμῶ. Gu. ἤγουν ἔφυγον, προσῆλθον. Fl. 6. 59. ἔφυγον, ἦλθον, ὡρμίσθην, ἐπαραγενόμην. ἕλομαι τὸ πλανοῦμαι. Fl. 21. ἦλθον συντόμως. Fl. 17. ἐκλίνθην. Havn.