Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 101
Not analysed yet
100. —124. Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην: ὁ χορός φησιν ὅτι σπουδῇ ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι διὰ τῶν λεγομένων ὑπʼ ἐμοῦ. Ἄλλως. Ἑκάβης σπουδῇ ἦλθον πρὸς σὲ, λιποῦσα τὰς δεσποσύνους σκηνὰς Ἀγαμέμνονος, ὅπου ἐτάχθην φυλάττειν ἀπελθοῦσα, ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας, τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντόν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σὲ ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, εἴτʼ οὖν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων, ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον; δόξα δὲ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμῶν. A.