Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1002
Not analysed yet
1023. οὕπω δέδωκας δίκην, ἀλλʼ ἴσως δώσεις, λέχριος καὶ πλάγιος καθά τις εἰς ἄντλον, ἤτοι πέλαγος μὴ ἔχον λιμένα, στερηθήσῃ τῆς προσφιλοῦς ψυχῆς, ἀμαυρώσας καὶ ἀπολέσας τὴν ζωήν. τὸ γὰρ ὑπέγγυον, ἤτοι τὸ ἠσφαλισμένον, τῇ δίκῃ καὶ τοῖς θεοῖς οὐ συμπίτνει, καὶ οὐ καταπίπτει. ὀλέθριον ὀλέθριον κακὸν, εἰς ὃ μέλλεις ἐμπεσεῖν δηλονότι. ψεύσει καὶ ἀπατήσει ἡ ἐλπὶς τῆσδε τῆς ὁδοῦ, ἣ, ἐλπὶς, ἐπήγαγεν, ἀντὶ τοῦ ἤγαγεν, σὲ πρὸς τὸν Ἀΐδην τὸν θανάσιμον, τὸν τοὺς τεθνεῶτας δεχόμενον. ἰὼ, φεῦ, ὦ τάλας. ἐν χειρὶ δὲ ἀπολέμῳ καὶ γυναικείᾳ καταλείψεις τὴν ζωήν. I. οὕπω δέδωκας: καὶ τοῦτον ἔνιοί φασι τὸν στίχον τὴν Ἑκάβην λέγειν ἡρέμα καθʼ ἑαυτὴν, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει τυγχάνειν. B. I. τοῦτο ἡρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν. M. Fl. 10. 21.