Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1003
Not analysed yet
1023. —1031. οὕπω δέδωκας: ἰδὼν ὁ χορὸς τὸν Πολυμήστορα τὴν Ἑκάβην ἀκολουθοῦντα ἐντὸς τῆς σκηνῆς λέγει, ἀκμὴν οὐκ ἔδωκας δίκην ὑπὲρ τοῦ φόνου οὗ διεπράξω, ἀλλʼ ἴσως καὶ τάχα δώσεις δίκην· καθά τις ἄνθρωπος ἐμπεσὼν εἰς ἄντλον ἀλίμενον καὶ χωρὶς λιμένος, ἤγουν εἰς μακρὰν θάλασσαν, ὥσπερ ἄνθρωπός τις χωρὶς νηὸς ἢ ἀρμένου τινὸς, εἰ μὴ μεθʼ ἑνὸς σανιδίου, ἐμπέσῃ εἰς τὴν θάλασσαν καὶ κλυδωνίζεται. ἐμπέσῃ ἤγουν ἀποστερηθῇ, τῆς φίλης καρδίας, λέχριος καὶ πλάγιος, ἤγουν ἀποθάνῃ, ἀμέρσας καὶ στερηθεὶς τὸν βίοτον, ἤγουν τὴν ζωὴν αὐτοῦ. οὕτως καὶ ὁ Πολυμήστωρ εἰς τὸν χορὸν τῶν γυναικῶν χωρὶς βοηθοῦ τινος ἢ θεράποντος. τὸ γὰρ ὑπέγγυον, ἤγουν τὸ ὑπεσχημένον παρὰ τοῦ Πολυμήστορος, ὡς ἵνα τὸν Πολύδωρον φυλάττῃ,—ἐκεῖνος δὲ διεχειρίσατο τοῦτον—οὐ συμπίτνει καὶ συμπίπτει τῇ δίκῃ καὶ τοῖς θεοῖς, οὐ δίκαιον φαίνεται. ὀλέθριον κακὸν ὑπάρχει, ὅπερ ἐποίησε, ἢ ὅπερ μέλλε παθεῖν. Fl. 59. οὔπω δέδωκας: δίδωσι δίκην ὁ τιμωρούμενος τὸν τιμωροῦντα, ὁ δὲ τιμωρῶν λαμβάνει. τὸ αὐτὸ καὶ ὁ Πολυμήστωρ ἔλαβε δίκην παρὰ τοῦ Πολυδώρου φονεύσας αὐτὸν, νῦν δὲ καὶ χρεωστῶν ταύτην ἀποτίνει τῇ Ἑκάβῃ αὐτήν. Fl. 59. ἔδωκα δίκην καὶ ἔτισα τὸ αὐτὸ, ἀντὶ τοῦ ἐκολάσθην· ἔλαβον δίκην ἀντὶ τοῦ ἐκόλασα. Gr. ἴσως: ὄντως. Gr. τάχα, ταχέως. Gu. δώσεις δίκην: ἀντὶ τοῦ τιμωρηθήσῃ. Gr. Fl. 10.