Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1004
Not analysed yet
1025. ἀλιμενόν τις: λιμένα μὴ ἔχον. M. ἐμπεσὼν λέχριος ὥσπερ τις εἰς πέλαγος ἀλίμενον ἐκπέσῃ τῆς φίλης ψυχῆς ἀμαυρώσας τὸν βίοτον, ἤγουν τὴν ζωήν. Gu. τοῦτο πρὸς τὸ ἄνω συναπτέον τὸ “οὔπω δέδωκας, ἀλλʼ ἵσως δώσεις δίκην.” τιμωρηθήσῃ, φησὶν, ὥς τις εἰς ἄντλον λέχριος καταπέσῃ, ἀπολέσας τὸν βίον τῆς φίλης καρδίας. B. M. I. ἄντλον δὲ λέγει τὸ πέλαγος, καὶ ἀλίμενον τὸ λιμένα μὴ ἔχον. B. I. ἄντλον: ὑπέραντλον σκάφος τὸ δεξάμενον τοσοῦτον ὕδωρ ἐν τῇ ἀντλίᾳ ὥστε καλυφθνῆαι ὑπʼ αὐτοῦ καὶ ὑποβρύχιον γενέσθαι. ἄντλον τὸ ἐν τῇ ἀντλία ὕδωρ. λέγεται δὲ καὶ πᾶν ὕδωρ ἀπλῶς ἄντλον, ἅτε ἀντλεῖσθαι δυνάμενον, καθὰ λέγεται ἐνταῦθα τὸ πέλαγος ἄντλον ἐν τούτοις· “ἀλίμενόν τις ὡς ἄντλον ἐμπεσὼν λέχριος.” Gu.