Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1017
Not analysed yet
1041. ἰδοὺ βαρείας: βέλος πᾶν τὸ βαλλόμενον. καὶ τοῦτον δέ τινες τὸν στίχον ὑπὸ τοῦ Πολυμήστορός φασι λέγεσθαι, ὡς βάλλοντος λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα παίῃ τὰς αἰχμαλώτους, τὸ δὲ βούλεσθʼ ἐπεισπέσωμεν τοῦ ἡμιχορίου. θέλετε ἵνα ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ, ὥστε παρυπάρχειν τῇ Ἑκάβῃ καὶ ταῖς Τρωϊκαῖς γυναιξὶ βοηθούς; B. I. βαρείας: βαρέως ἐμπιπτούσης. Ι. ὡς ἔοικεν, εὑρὼν ὁ Πολυμήστωρ ἔμπροσθεν αὐτοῦ ξύλα καὶ πέτρας φέρει ταύτας κατὰ τῶν γυναικῶν ἀπὸ τῆς ἑαυτοῦ μανίας μὴ δυναμένου δρᾶσαί τι· λέγει γοῦν ὁ χορός· ἰδοὺ, ἀπὸ τῆς βαρείας χειρὸς τοῦ Πολυμήστορος ἐξέρχεται βέλος. ὡς ἀπὸ τοῦ βέλους δὲ καταχρηστικῶς λέγει καὶ πέτρας καὶ ξύλα καὶ ἄλλʼ ὅ τι τὸ προστυχὸν ἐκεῖνον. Fl. 59. ὁρμᾶται: ὁρμᾷ, κινεῖται, ἐξέρχεται. Fl. 21. 59. ὁρμᾷ, πέμπεται. Gu.