Ancient Greek · ~11 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 102
Not analysed yet
100—154. Παράφρασις. ὦ Ἑκάβη, σὺν σπουδῇ ὥρμησα πρὸς σὲ, καταλιποῦσα τὰς δεσποτικὰς σκηνὰς, ὅπου διὰ κλήρου ἐδόθην καὶ ἐτάχθην δούλη, ἀποδιωκομένη ἀπὸ τῆς πόλεως τῆς Ἰλιάδος τῇ ὀξύτητι τοῦ δόρατος, δοριάλωτος γενομένη παρὰ τῶν Ἀχαιῶν. ἐλιάσθην δηλονότι κατὰ κοινοῦ, οὐδὲν ἀπὸ τῶν παθῶν ἐλαφρύνουσα καὶ ἐλαττοῦσα, ἀλλὰ ἐπιφέρουσα μέγα βάρος μηνύματος, σοί τε, ὦ γύναι, ἦλθον κῆρυξ καὶ ἄγγελος ἀχέων καὶ θλίψεων. ἐν γὰρ τῇ συνελεύσει τῶν Ἀχαιῶν τῇ πεπληρωμένῃ περιᾴδεται καὶ φημίζεται κυρωθῆναι, θέσθαι καὶ ποιῆσαι τὴν σὴν θυγατέρα θῦμα τῷ Ἀχιλλεῖ. γινώσκεις δὲ ὅτι ἐπιβὰς, ὁ Ἀχιλλεὺς δηλονότι, τοῦ τύμβου τοῦ ἑαυτοῦ, ἐφάνη σὺν ὅπλοις χρυσοῖς, ἐπέσχε δὲ τὰς ναῦς τὰς ἐν τῷ πόντῳ τὴν πορείαν ποιουμένας, ἐπερειδούσας τὰ ἄρμενα ἐν σχοινίοις, τάδε βοῶν, ὦ Δαναοὶ, ποῦ πορεύεσθε, ἀφέντες τὸν ἐμὸν τύμβον ἄτιμον; συνέβη δὲ, καὶ ἐπῆλθε, ταραχὴ πολλῆς φιλονεικίας, δόξα δὲ, καὶ γνώμη καὶ ὑπόληψις, ἐχώρει καὶ ἐκινεῖτο εἰς τὸν στρατὸν τὸν πολεμιστήν. τοῖς μὲν δοκοῦν, ἦν δηλονότι, διδόναι σφάγιον τῷ τύμβῳ, τὴν θυγατέρα δηλονότι, τοῖς δὲ οὐχί. (οἱ δὲ νεώτεροι συντάσσουσιν οὕτως· τοῖς μὲν δοκοῦν, ἀντὶ τοῦ δοκοῦντος, ἤτοι ἀρεστοῦ ὄντος, διδόναι τῷ τύμβῳ σφάγιον, τὴν Πολυξένην δηλονότι, τοῖς δὲ οὐχί.) ἦν δὲ ὁ μὲν σπεύδων εἰς τὸ σὸν ἀγαθὸν ὁ Ἀγαμέμνων, ἅτε τιμῶν τὴν κοίτην τῆς μαντικῆς Κασάνδρας· οἱ υἱοὶ δὲ τοῦ Θησέως, Ἀκάμας καὶ Δημοφῶν, οἱ κλάδοι τῶν Ἀθηνῶν, ἦσαν δημηγόροι λόγων διπλῶν. συνέτρεχον δὲ βουλῇ μιᾷ, ὥστε στεφανοῦν τὸν τάφον τοῦ Ἀχιλλέως ἐν αἵματι προσφάτῳ καὶ παρθενικῷ. τὴν δὲ κοίτην τῆς Κασάνδρας οὐκ ἔλεγον προτιμήσειν τῆς ἀνδρείας τοῦ Ἀχιλλέως. αἱ ἅμιλλαι δὲ τῶν κατατεινομένων λόγων, ἤτοι τῶν ἀγωνιστικῶς λεγομένων καὶ ἐριστικῶς, πῶς καὶ κατὰ τινὰ τρόπον ἦσαν ἴσαι, μέχρις οὗ κατέπεισε τὴν στρατιὰν ὁ Ὀδυσσεὺς ὁ ποικίλα φρονῶν, ὁ κόπις καὶ ὁ λάλος, ἤτοι ὁ ῥήτωρ ὁ ἡδὺς κατὰ τοὺς λόγους, ὁ τῷ δήμῳ χαριζόμενος, λέγων δηλονότι, μὴ τὸν ἄριστον πάντων τῶν Ἀχαιῶν, Ἀχιλλέα, ἀποδιώκειν καὶ παραβλέπειν χάριν σφαγίων δουλικῶν, μηδέ τινα τῶν ἀποθανόντων στάντα πλησίον τῆς Περσεφόνης εἰπεῖν ὅτι οἱ Δαναοὶ ἀπῆλθον τοῦ τόπου τῆς Τροίας, κακοὶ καὶ ἀχάριστοι φανέντες τοῖς Ἕλλησι, τοῖς ἀποθανοῦσιν ὑπὲρ τῶν Ἑλλήνων. παραγενήσεται δὲ συντόμως ὁ Ὀδυσσεὺς, ἀποσπάσων τὴν πῶλον, ἤτοι τὴν Πολυξένην, ἀπὸ τοῦ σοῦ κόλπου, καὶ παρορμήσων καὶ παρακινήσων ἐκ τῆς γεραιᾶς χειρός τῆς σῆς. ἀλλ᾿ ἄπιθι πρὸς ναοὺς, ἴθι πρὸς βωμοὺς, κάθησο παρακλήτρια τοῦ Ἀγαμέμνονος διὰ τῶν γονάτων αὐτοῦ δηλονότι. ἐπικαλοῦ τούς τε ἐν τῷ οὐρανῷ θεοὺς, τούς τε ὑποκάτω τῆς γῆς. ἢ γὰρ αἱ λιταὶ ἐμποδίσουσιν ἔσεσθαι ἐστερημένην παιδὸς μελέας, καὶ ἀθλίας, ἢ ἀπόκειται ἰδεῖν τὴν παρθένον προκειμένην τοῦ τύμβου, βαπτομένην ἐκ τῆς χρυσοφόρου δειρῆς ἐν ῥεύματι μελαναυγεῖ, καὶ μέλαιναν ὄψιν ἔχοντι αἵματος. I.