Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1046
Not analysed yet
1075. ποῖ πᾶ φέρομαι: λιπὼν τὰ τέκνα μου ταῖς Βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν. ἐν γὰρ τῷ Ἅίδῃ ἔλεγον εἶναί τινας τιμωρητὰς καὶ ἀνημέρους θεάς τινας, Βάκχας καλουμένας, καὶ διὰ τὸ ἄγριον αὐτῶν κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ Βάκχας. τὸ δὲ ὅλον, ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα; ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω, ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν καὶ τοῖς κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον; καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω. A.