Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1047
Not analysed yet
1075. —1078. ποῖ φέρομαι: ποῖ ἀντὶ τοῦ ποῦ, ὅτε μὲν ἐπὶ κινήσεως λαμβάνεται, διὰ τῆς οι διφθόγγου γράφεται, ὅτε δὲ ἐπὶ στάσεως, διὰ τοῦ η. καὶ δῆλον ἀπὸ τοῦ πᾷ στῶ. εὕρηται δὲ καὶ ἐπὶ κινήσεως καὶ διὰ τοῦ η, καὶ δῆλον ἐκ τοῦ πᾷ βῶ, καὶ πᾷ κέλσω. Ι. ποῖ φέρομαι ποῦ ἄγομαι, τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ὥστε διασπαράξαι καὶ διαμοιρᾶσαι μεληδὸν, καὶ τοῖς κυσὶ δαῖτα ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ῥίψιν ὀρεινήν. ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτὴν φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀποβολήν. I. Ἄλλως. ποῖ φέρομαι τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς μαινομέναις ἐπὶ φόνοις καὶ ὑπουργίᾳ τοῦ Ἅιδου, ὥστε διαμοιρᾶσαι, καὶ τοῖς κυσὶ δαῖτα σφακτὰν, ἤτοι ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ὀρείαν. Ι. ἐπειδήπερ, ἡνίκα διεμερίσαντο αὐτὰ, ἔμελλον ῥίψειν τοῖς κυσὶ βρώματα, διὰ τοῦτο πρῶτον εἶπε διαμοιρᾶσαι, εἶτα ἐπάγει τὸ σφακτὰν κυσί τε φονίαν, δεικνὺς τὸν διαμερισμὸν οὐδὲν ἄλλο ἐσόμενον ἢ τοῖς κυσὶ ῥίψιν καἰ δαῖτα. τὸ δὲ ἀνήμερον καὶ τὸ ὀρεινὰν λέγει διὰ τὸ τὰ ἐν ὄρει ὄντα ἄγρια θηρία οὕτω διαμερίζειν, ἅ ἂν τῶν ζώων θηράσωσιν. Gu. l.