Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1051
Not analysed yet
1079. —1081. πᾶ στῶ: ποῖ, φησὶ, πορεύσομαι, ποῦ δὲ κάμψω, ποῦ δὲ στήσομαι, ἐπὶ ταύτην ὁρμήσας τὴν τῶν τέκνων μοι κοίτην (λέγει δὲ τὸν τόπον ἔνθα ἐσφαγμένα τὰ τούτου τέκνα κατέκειτο) ὀφείλων ταῦτα φυλάξαι πρὸς τὸ μὴ ὑπὸ τῶν Τρῳάδων ῥιφῆναι κυσὶν, ὡς ναῦς τὸ ἄρμενον συστρέφων καὶ συστέλλων, δηλαδὴ τῶν ὀφθαλμῶν στερηθείς· ὅπερ γάρ ἐστι τῇ νηὶ τὸ ἱστίον, τοῦτο τῷ σώματι ὁ ὀφθαλμός. A. B. I.