Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1052
Not analysed yet
1080. λινόκροκον: καθὰ ναῦς διὰ θαλασσίων σχοινίων λινόκροκον φᾶρος ἐκτείνων ἐπὶ τήνδε τὴν ὀλέθριον κοίτην πορευθεὶς φύλαξ τῶν ἐμῶν τέκνων. Gr. I. ἡ σύνταξις· πᾷ βῶ ἐσσυθεὶς καὶ ὁρμηθεὶς φύλαξ τῶν ἐμῶν τέκνων ἐπὶ τήνδε τὴν ὀλέθριον κοίτην στέλλων, καὶ κινῶν ἐμαυτὸν, ὅπως καὶ ὥσπερ στέλλει ἡ ναῦς ἐν τοῖς ποντίοις πεῖσμασι καὶ σχοινίοις τὸ λινόκροκον φᾶρος, ἤτοι λαῖφος. Gu. I. τὸ δὲ πᾷ βῶ πρὸς τὸ ἐσσυθεὶς συναπτέον· τὸ δὲ στέλλων μετὰ ταῦτα λέγει. οἱ δὲ λέγοντες λινόκροκον φᾶρος τὸν ὀφθαλμὸν, καὶ οὐ τὸ λαῖφος, ἄρʼ ἔχει τίς ἂν εἰπεῖν ὡς οὐ μάλιστα πάντων οἵδε ἀμαθεῖς; Ι. κάμψω: καθίσω. Gr. νεύσω, κλίνω. Gu. πλησιάσω. Fl. 33. κλίνω τὸ γόνυ. Fl. 59.