Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1078
Not analysed yet
1116. ὦ δύστηνε: ὦ ἄθλιε Πολυμήστωρ, τίς ἔφθειρέ σε ; τίς ἐποίησε τὸ ὄμμα τυφλὸν, τὰς κόρας τῶν ὀφθαλμῶν αἱματηρὰς ποιήσας: καὶ τούσδε τοὺς παῖδας τίς ἔκτεινεν; ὄντως μέγαν θυμὸν ἐκέκτητο ἐπὶ σὲ καὶ τοὺς σοὺς παῖδας, ὅστις ἄρα ὑπῆρχεν. Ι. τίς σʼ ἀπώλεσε: πλάττεται ὁ Ἀγαμέμνων ἀγνοεῖν τὸ εἰς τὸν Πολυμήστορα συμβὰν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης εἴπῃ μὴ φωραθεὶς ὅτι προωμίλησεν αὐτῷ, καὶ διὰ τοῦτο ἐρωτῷ τὸν Πολυμήστορα τίς σε ἀπώλεσε ; A.