Ancient Greek · ~7 min
1079 to 1088
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1079-1088
Not analysed yet
1117. αἱμάξας: αἱματώσας. Gu. κεντήσας. Gr. Ἑκάβη με: ἡ Ἑκάβη σὺν ταῖς αἰχμαλωτίσι γυναιξὶν ἔφθειρεν. οὐκ ἀπώλεσε μικρῶς, ἀλλὰ μεγάλως, καὶ μεῖζον ἀπωλείας. I. 1120. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλώτοις ἀπώλεσεν, ἀλλʼ οὐκ ἀπώλεσεν, ἀλλὰ καί τι μεῖζον ἀπωλείας ἐμὲ ἐπεπράχει· εἰ γὰρ ἐφόνευσέ με, κρεῖττον ἦν· νῦν δὲ τοὺς παῖδας ἐφόνευσε κἀμὲ ἐτύφλωσε, καὶ τοῦτο μεῖζον ἀπωλείας. A. 1121. ἀλλὰ μειζόνως: τὸ γενέσθαι τυφλὸν τοῦ ἀπολέσθαι μεῖζον λέγει· εἰώθασι γὰρ οἱ ἄνθρωποι μείζονα τὰ παρόντα τῶν μὴ παρόντων κακῶν ἡγεῖσθαι. Cant. Gr. ἤγουν ἐπέκεινα ἀπωλείας εἰργάσατό με διὰ τὸ ζῆν με τυφλόν. Gu. 1122. τί φῄς: τοῦτο πρὸς τὸν Πολυμήστορα· κατʼ ἐπίκρισιν δὲ τὸ σχῆμα· εἶτα πρὸς τὴν Ἑκάβην ἀποστρέφεται, καί φησι σὺ τόδε, ὡς λέγει, τὸ ἔργον ἐποίησας, σὺ τὴν τόλμαν, ὦ Ἑκάβη, τήνδε ἐτόλμησας τὴν ὑπερβολικήν; Ι. 1123. τόλμαν: φοβερὰν πρᾶξιν. Gr. θάρσος. Gu. ἔτλης: ἐποίησας. Gr. ἐτόλμησας. μετὰ καρτερίας ἔπραξας. Gu. ἀμήχανον: κακομήχανον ἢ μεγίστην. Gr. ἀνεπιχείρητον. Gu. τὸ ἄδικον, πρὸς ἣν οὐκ ἔστι μηχανὴν καὶ λύσιν εὑρεῖν. B. M. Fl. 10. 33. 1124. ὤμοι: φεῦ, τί πρᾶγμα λέγεις: ἆρα πλησίον ἐστί που ἡ Ἑκάβη; δήλωσον καὶ λέξον ποῦ ἐστιν, ὅπως ἁρπάσας αὐτὴν διὰ τῶν. χειρῶν διασπαράξω καὶ αἱματώσω τὸ σῶμα αὐτῆς. Ι. 1125. σήμηνον: ὁδήγησον. Gr. δήλωσον, δεῖξον. Gu. 1126. διασπάσωμαι :διαμερίσωμαι. Gr. διασπαράξω, διαμερίσω, διαρρήξω. Gu. καθαιμάξω: φονεύσω. Fl. 59. 1127. οὗτος, τί πάσχεις: ὦ οὗτος, τί ποιεῖς, Ι. οὗτος; ὦ φίλε. Fl. 59. Ἀττικὸν τὸ οὗτος, ὦ σὺ δηλονότι. M. Fl. 10. 21. πάσχεις: ποιεῖς. Gr. παράφορα λέγεις. Gu. πρὸς θεῶν: ἕνεκεν τῶν θεῶν σε παρακαλῶ, ἄφες με ἐπαγαγεῖν αὐτῇ τὴν μαινομένην χεῖρα. l. 1128. μέθες μʼ ἐφεῖναι: φαίνεται ὅτι ἐκράτει αὐτὸν χερσίν. Gr. μαργῶσαν: μεμηνυῖαν. M. ἀστατοῦσαν, μαινομένην. Gu.