Ancient Greek · ~2 min
1090 to 1091
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1090-1091
Not analysed yet
1130. λέγʼ ὡς ἀκούσας: λέγε μοι, ἵνα ἀκούσας ἀμφοτέρων, σοῦ καὶ τῆς Ἑκάβης, κρίνω δικαίως ἀντὶ τίνος ταῦτα πανθάνεις. I. ἐν μέρει: ἀνὰ μέρος σοῦ καὶ ταύτης. B. 1131. κρίνω: ὁ Ἀγαμέμνων οὐ κατʼ ἀληθῆ φιλίαν τῷ Πολυμήστορι διακείμενος οὐ μόνον οὐκ ἀμύνει αὐτῷ φανεὶς, ἀλλὰ καὶ ἐπιτιμᾷ ὡς δῆθεν ἀτακτοῦντι, καὶ μετὰ τὴν τοιαύτην συμφορὰν ἐξέτασιν καὶ κρίσιν ποιεῖται· ὁ Πολυμήστωρ δὲ ἀγνοῶν ὡς φίλον ἀληθῆ ἐπικαλεῖται τοῦτον. Gr.