Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1092
Not analysed yet
1132. —1156. λέγοιμʼ ἄν :εἴποιμι ἂν, σοὶ δηλονότι. ὑπῆρχέ τις ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου νέος, Πολύδωρος τοὔνομα, υἱὸς τῆς Ἑκάβης, ὅντινα ὁ πατὴρ ὁ Πρίαμος ἔδωκέ μοι ἀπὸ τῆς Τροίας ἀνατρέφειν ἐν τοῖς ἐμοῖς δόμοις, ὑποψίαν ἔχων τῆς Τρωϊκῆς κρατήσεως. τοῦτον τὸν Πολύδωρον ἐφόνευσα. ἀντὶ τίνος δὲ αἰτίας ἐφόνευσα αὐτὸν ἄκουσον. (προκατάστασις τὸ σχῆμα.) ἔδεισα ἵνα μὴ ὁ παῖς καταλειφθεὶς σὸς ἐχθρὸς συνάξῃ τὴν Τροίαν καὶ συνοικίσῃ ἐκ δευτέρου, οἱ δὲ Ἀχαιοὶ μαθόντες τινὰ ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου ζῶντα κινήσειαν πάλιν ναυτικὸν εἰς τὴν γῆν τῶν Τρώων, καὶ μετὰ ταῦτα ἀφανίζοιεν ταῦτα τὰ χωρία τῆς Θράκης, λείας ἀπελαύνοντες, τοῖς δὲ γείτοσιν ἡμῖν τῶν Τρώων ὑπάρξειε κακὸν, ἐν ᾧ κακῷ ἀρτίως ἐπάσχομεν. ἡ Ἑκάβη δὲ μαθοῦσα τὸν θάνατον τοῦ παιδὸς τοιῷδε δόλῳ ἤγαγεν ἐμὲ, ὡς λέξουσα τοὺς θησαυροὺς τοῦ χρυσοῦ τῶν υἱῶν τοῦ Πριάμου κεκρυμμένους ἐν τῇ Τροίᾳ. ἐμὲ δὲ μόνον σὺν τοῖς τέκνοις εἰς τοὺς οἴκους εἰσφέρει, ὅπως μὴ ἄλλος τις ἄνθρωπος γνοίη τάδε. ἐκάθισα δὲ ἐν μέσῳ τῆς κλίνης, κλίνας τὸ γόνυ. πολλαὶ δὲ χεῖρες (ἤγουν γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ ἄνδρα) πολλαὶ δὲ κόραι Τρώων παρθένοι ἐκάθηντο, αἱ μὲν ἀπὸ τῆς ἀριστερᾶς, αἱ δὲ ἀπὸ τῆς δεξιᾶς, καθὰ ποιοῦσιν εἰς φίλους, κρατοῦσαι τὸ ὕφασμα (ἀπὸ γὰρ τοῦ ποιοῦντος, τῆς κερκίδος, τὸ ποιούμενον ὠνόμασε) τῆς Μακεδονικῆς χειρός ἐπήνουν, ὑπὸ τὸ φῶς τοῦ ἡλίου θεώμεναι τάδε τὰ ἱμάτια. ἄλλαι δὲ τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι, (τοῦτο γὰρ εἶπε κάμακα) μεμονωμένον ἐποίησαν τοῦ διπλοῦ ἐνδύματος, τοῦ ἀκοντίου καὶ τοῦ ὑφάσματος. Ι.