Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1105
Not analysed yet
1151. πολλαὶ δὲ χεῖρες: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων κόραι ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερῶν, αἱ δὲ ἔνθεν χερσὶ κερκίδʼ Ἠδωνῆς χερὸς, ἀντὶ τοῦ κατέχουσαι ταῖς χερσὶ τὸ ἱμάτιον τὸ ἐκ Θρᾳκικῆς χειρὸς ὑφανθέν. Εἰς τὸ αὐτὸ ἐξήγησις. εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἰ εἶχον συμβολὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες, καὶ αἱ μὲν ἐξ ἀριστερᾶς αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλων Τρώων κόραι, καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς, τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὖται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψονται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησεν. A. πολλαὶ δὲ χεῖρες: κόραι λέγω Τρώων, ἤγουν νέαι καὶ παρθένοι, ἐκάθηντο, αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δʼ ἔνθεν, ἤγουν ἀπὸ τῆς δεξιᾶς, ὡς δὴ παρὰ φίλῳ, καὶ ἔχουσαι ἤγουν κρατοῦσαι τὴν κερκίδα, ἀντὶ τοῦ ὕφασμα τῆς Ἠδωνικῆς χερὸς ἀντὶ τοῦ τῆς Μακεδονικῆς χειρὸς, ἐπῄνουν λεύσσουσαι ὑπὸ τὰς αὐγὰς, ἤγουν ὑπὸ τὸ φῶς, τούσδε τοὺς πέπλους. Gr. I. τὸ χεῖρες καὶ τὸ κόραι ἐκ παραλλήλου. Gu. I. ἀντὶ τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ τοιοῦτον ἄνδρα. B. M. Fl. 10. 33.