Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1106
Not analysed yet
1153. θάκουν: ὁ ἐνεστὼς ἀντὶ παρατατικοῦ, ὡς τὸ ἥκω. ἔθος δὲ τοῦτο τοῖς Ἀττικοῖς λαμβάνειν τὸν ἐνεστῶτα ἀντὶ παρεληλυθότος. ὡς δὴ θάκουν καὶ ἐκαθέζοντο παρʼ ἐμοὶ τῷ φίλῳ αἱ κόραι τῶν Τρώων ἔχουσαι τὴν κερκίδα τῆς Ἠδωνῆς χερὸς, ἤγουν τῆς Ἠδωνικῆς καὶ τῆς Μακεδονικῆς· μετὰ γὰρ τῶν κερκίδων ὑφαίνουσι τὰ πέπλα. συγκόπτεται τὸ Ἠδωνικῆς καὶ γίνεται Ἠδωνῆς. τοιοῦτον δέ ἐστιν ὡς τὸ ῥητορευόμενος ἀντὶ τοῦ ῥητορικῶς. Fl. 59. κερκίδʼ :κερκὶς ἡ τῆς πίτυος κορυφὴ ἢ αἰγείρου. καὶ εἶδος ὄρνιθος. B. rec. ἀντὶ τοῦ ὕφασμα. Gr. τὸ ὕφασμα, ἱμάτιον, πέπλον. Gu. ἀντὶ τοῦ τὸ γινόμενον ἐκ τῆς Ἠδωνικῆς, ὅ ἐστι Θρᾳκικῆς, χειρὸς ἱμάτιον. ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν. ὤφειλε γὰρ εἰπεῖν ἱμάτιον καὶ εἶπε κερκίδα. ἐκ γὰρ τῆς κερκίδος κάμνεται τὸ ἱμάτιον. τὸ δὲ Ἠδωνῆς ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ Ἠδωνίδος χερός. A. B. Ἄλλως. κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες. B. τὸ ὕφασμα ἐνταῦθα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον· κερκὶς γὰρ κυρίως ὁ ἄτρακτος, ἐν ᾧ ὑφαίνουσιν. Gu. I. εἷμα ἢ σιδηροῦν. Fl. 10. Ἠδωνῆς: ἀντὶ τοῦ Μακεδονικῆς. Gr. Θρμκικῆς· μέρος γὰρ ἡ Μακεδονία τῆς Θράκης. Gu.