Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1189
Not analysed yet
1240. —1251. ἀχθεινὰ μέν μοι: ἀχθεινὸν καὶ βαρύ μοί ἐστι τὸ κρίνειν καὶ δικάζειν τὰ ξένα κακὰ, ἀλλʼ ὅμως ἀνάγκη ἐστὶ κρίνειν· καὶ γὰρ ἀτιμίαν ἐπάγει λαβόντα ἐμὲ εἰς χεῖρας ταύτην τὴν ὑπόθεσιν ἀποδιῶξαι. ὅπως δὲ γνῷς, ἐμοὶ φαίνῃ οὕτε διʼ ἐμὴν χάριν, οὔτε χάριν τῶν Ἑλλήνων φονεῦσαι τὸν Πολύδωρον, ἀλλὰ δοκεῖς ὅτι ἔκτεινας, ἵνα τὸν χρυσὸν κατέχῃς ἐν τοῖς σοῖς δόμοις. λέγεις δὲ ἑαυτῷ συμφέροντα, ἐν δυστυχίαις ὑπάρχων. ἴσως δὲ παρʼ ὑμῖν τοῖς βαρβοροῖς εὔκολόν ἐστι τὸ κτείνειν ξένους· ἡμῖν δὲ τοῖς Ἕλλησι τὸ ξενοκτονεῖν αἰσχρόν. πῶς οὖν ἐγὼ κρίνας σὲ μὴ ἀδικεῖν, ἐκφύγω τὴν μέμψιν; οὐκ ἂν δυναίμην τοῦτο ποιῆσαι. ἀλλʼ ἐπειδὴ τὰ μὴ καλὰ ποιεῖν ἐτόλμησας, ὑπόμενε καὶ τὰ μὴ φιλούμενα ὑπὸ σοῦ. Ι.