Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1190
Not analysed yet
1240. —1242. ἀχθεινα μέν: ἐπιβαρὲς πρᾶγμα ὑπάρχει ἐμοὶ τὸ κρίνειν τὰ ἀλλότρια κακά· ὅμως δὲ ἀνάγκη ὑπάρχει ποιῆσαι τοῦτο· καὶ γὰρ λαβόντα ἐμὲ εἰς τὰς χεῖρας πρᾶγμα, ἤγουν τὴν κρίσιν αὐτὴν τῶν ἀμφοτέρων, τὸ ἀπώσασθαι καὶ ἀποδιῶξαι τόδε καὶ τοῦτο, ἤγουν τὸ μὴ κρίνειν αὐτοὺς, ἐπεὶ ἀνεδεξάμην τοῦτο, αἰσχύνην καὶ ὄνειδος φέρει. Fl. 59. ἀχθεινά: ἀχθεινὸν, βαρὺ ὑπάρχει. Gr. φορτικὰ, φορτικόν. Gu. ἄχθος ποιοῦντα. Fl. 10. τὰ ἀχθεινὰ ἀντὶ τοῦ ἀχθεινὸν, τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ φίλα ἀντὶ τοῦ φίλον, ὡς τὸ “αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλον φρεσὶ μαντεύεσθαι.” Fl. 59. κακά: ἁμαρτήματα. Gu.