Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1224
Not analysed yet
1276. ἀπέπτυσʼ :καταφρονῶ τῶν σῶν μαντευμάτων· σοὶ δʼ εἴη ταῦτα γενέσθαι, ἅπερ ἐμοὶ μαντεύῃ. B. M. I. ἀπέρριψα, καταφρονῶ. στικτέον εἰς τὸ ἀπέπτυσα. Gu. στίξον εἰς τὸ ἀπέπτυσα, ἤγουν ἀπεφρόντισα· εἶτα αὐτῷ σοι δίδωμι τοῦτο ἔχειν. ἤγουν ἀπέπτυσα τῶν παίδων καὶ τοῦ πλούτου καὶ πάντων, ἔπειτα ταῦτα σοὶ δίδωμι ἔχειν, ἤγουν αἱ μαντεῖαι σου ἐν σοὶ, οὐδὲ φροντίζω τῶν μαντειῶν σου. ἢ τὸ ἀπέπτυσα καταφρονῶ τῆς μαντείας σου. Fl. 59. οὐ πείθομαί σοι. Fl. 10.