Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 1225
Not analysed yet
1277. κτενεῖ νιν: κτενεῖ δὲ αὐτὴν ἡ σύνοικος τοῦδε τοῦ Ἀγαμέμνονος, ἡ πικρὰ Κλυταιμνήστρα. I. πικρὰν οἰκουρὸν τὴν Κλυταιμνήστραν φησὶν ὡς μοιχευομένην τῷ Αἰγίσθῳ, ὃν ἔλειπεν Ἀγαμέμνων, ὅτε ἀπῄει εἰς Τροίαν, κηδεμόνα τοῦ οἴκου αὐτοῦ, καὶ ἀποκτείνασαν τὸν ἴδιον ἄνδρα Ἀγαμέμνονα ὕστερον, ὡς καὶ Πολυμήστωρ μετʼ ὀλίγον αὐτῷ Ἀγαμέμνονι λέγει ὑπὸ πελέκεως αὐτὸν ἀναιρεθήσεσθαι. φοβουμένη γὰρ αὐτὸν ἡ Κλυταιμνήστρα μὴ τὴν πρὸς Αἴγισθον αὐτῆς μοιχείαν καταμαθών αὐτὴν μετʼ Αἰγίσθου τιμωρήσεται τοιόνδε βουλεύει· ἱμάτιον κατασκευάζει μὴ ἔχον διεξόδους μήτε κεφαλῆς μήτε χειρῶν, ἐν ᾧ περιβαλοῦσα αὐτὸν λελουμένον ἀπέκτεινεν, ὡς ἐν τῇ ἀρχῇ τοῦ δευτέρου δράματος ἱστόρηται. διὰ τοῦτο γὰρ καὶ Πολυμήστωρ λέγει πρὸς αὐτὸν “κίειν᾿, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀναμένει.” Gu. I. οἰκουρός: φύλαξ οἴκου, ἤγουν κατοικοῦσα ἐν τῷ οἴκῳ. Gu. πικρά: βαρεῖα, ἀλγεινή. Gr.