Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 125
Not analysed yet
125. τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν. διὸ καὶ τὸν Ὅμηρον λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας φησί· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτῶν δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν Αἴθραν καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν αὐτοὺς ἐστρατευκέναι, ὅπως εἰ μὲν ἕλοιεν Ἴλιον λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μὴ, κἂν λυτρώσαιντο δώροις. ἦσαν δὲ καὶ μετὰ Χαλκώδοντος τοῦ Ἄβαντος ἐν Εὐβοίῳ. A. M. οἱ δὲ τοῦ Θησέως παῖδες Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἱ καὶ ἐστρατεύσαντο ὑπὸ Ἴλιον, οὐχ ἡγούμενοι τινῶν, ἀλλʼ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας· ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν. M. τὼ Θησείδα: οἱ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν Ἀθηναῖοι τὸ γένος, ἐστράτευσαν ἐπὶ τὸ Ἴλιον, οὐχ ἡγούμενοι τινῶν. διʼ ὃ καὶ Ὅμηρος λέγει τὸν Μενεσθέα μόνον ἡγεῖσθαι τῶν Ἀθηναίων, ἀλλʼ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας τούτους ἐστρατευκέναι φασίν. Ἐλλάνικος δὲ λέγει διὰ τοῦτο αὐτοὺς ἀπελθεῖν ἐκεῖσε, ὥστε, εἰ μὲν ἕλοιεν Ἕλληνες τὴν Τροίαν, λάφυρον αὐτὴν καὶ γέρας λαβεῖν, εἰ δὲ μὴ, κἂν λυτρώσασθαι δώροις, καὶ μὴ ἐᾶσαι ταύτην ὑπὸ τούτων κατασκαφῆναι. B. Gu. I. ὄζω: οἱ ὄζοι, ἤγουν οἱ κλάδοι. Fl. 6. 17. 21. 56. 59. 76. Gr. οἱ δὲ δύο υἱοὶ τοῦ Θησέως, οἱ κλάδοι τῶν Ἀθηνῶν. Fl. 33.