Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 126
Not analysed yet
126. δισσῶν μύθων: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες ἦσαν εἰς ταυτὸ, συνέτρεχον μίαν γνώμην ἔχοντες. M. ἤγουν διπλῶν, ὡς οὔτε ἀνηλεῶς δεῖ πρὸς τὴν παῖδα διατεθεῖσθαι· —ἀρκεῖ γὰρ τὸ αἰχμάλωτον εἶναι—οὔτʼ αὖ τὴν Ἀχιλλέως παριδεῖν αἴτησιν, μεγάλα τὸν στρατὸν ὠφεληκότος, ἀλλὰ προθύμως τελέσαι. B. Gu. I. δισσῶν: διπλῶν· ἤγουν τῷ ἐνὶ ἐδόκει τὸ ναὶ, καὶ τῷ ἑτέρῳ τὸ οὐ. Fl. 21. δισσῶν—συνεχωρείτην: ἤγουν οἱ μὲν λόγοι διττοὶ ἦσαν, ἐπεὶ καὶ δύς οἱ λέγοντες Θησεῖδαι· συνέτρεχον δὲ καὶ συνέβαλλον ἐν μιᾷ βουλῇ, ἤγουν τὴν Πολυξένην τῷ Ἀχιλλεῖ γέρας γενέσθαι ἔλεγον. Fl. 59.