Ancient Greek · ~5 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 14
Not analysed yet
629. —646. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἐπῳδικὰ δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται· ἐπʼ ἔλαττον μέντοι τοῦ τῶν τριῶν ἀριθμοῦ, ἤτοι στροφῆς, ἀντιστροφῆς καὶ ἐπῳδοῦ, οὐκ ἂν γένοιτο τὸ τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν κωλύει ἐκτείνεσθαι· γίνεται δὲ, ὥσπερ τριὰς ἐπῳδικὴ, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου α΄ καὶ ἰάμβου. τὸ β΄ ὅμοιον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου α΄, διιάμβου καὶ συλλαβῆς. τὸ γ΄ ὅμοιον ἐξ ἐπιτρίτου δʼ καὶ διιάμβου καὶ συλλαβῆς. τὸ δʼ δίμετρον ἀκατάληκτον πολυσχημάτιστον, πριάπειον καλούμενον, ἐξ ἀντισπάστου καὶ χοριάμβου. τὸ ε΄ τροχαϊκὸν, διὰ τὸ ἑξῆς, πενθημιμερὲς, ἐκ δύο χορείων, ἤτοι τριβραχέων, καὶ συλλαβῆς. τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τρίτου, διιάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ χοριαμβικὸν ἡμιόλιον, εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.