Ancient Greek · ~5 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 15
Not analysed yet
647. —656. Τοῦτο καλεῖται ἐπῳδὸς, διὰ τὸ ἐπᾴδεσθαι τῇ τε στροφῇ καὶ τῇ ἀντιστροφῇ, ἤγουν μετὰ τὴν στροφὴν ᾄδεσθαι. ἰστέον δὲ ὅτι τὴν μὲν στροφὴν κινούμενοι πρὸς τὰ δεξιὰ οἱ χορευταὶ ᾖδον, τὴν δὲ ἀντιστροφὴν πρὸς τὰ ἀριστερὰ, τὴν δὲ ἐπῳδὸν ἱστάμενοι ᾖδον. ἐδήλου δὲ, ὥς φασιν, ἡ μὲν στροφὴ τὴν οὐρανοῦ ἐκ τῶν ἑῴων πρὸς τὰ δυτικὰ μέρη κίνησιν, ἡ δὲ ἀντιστροφὴ τὴν τῶν πλανητῶν, ὡς ἀπὸ δυσμῶν πρὸς ἕω γινομένην, ἡ δὲ ἐπῳδὸς τὴν τῆς γῆς στάσιν, ἱσταμένων τῶν χορευτῶν ᾀδομένων. ἔστι δὲ τῆς παρούσης τὰ κῶλα ια΄. τὸ α΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαικῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰάμβου. τὸ β΄ ἀναπαιστικὸν μονόμετρον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʼ δακτυλικὸν, ἢ ἀναπαιστικὸν πενθημιμερές. τὸ ε΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δευτέρων δύο. τὸ Ϛ΄ τροχαϊκὸν πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ ἀπʼ ἐλάττονος, ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, καὶ συλλαβῆς. τὸ η΄ ἐπιχοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰωνικὸν ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικὸν ἐκ παίωνος β΄ καὶ δύο συλλαβῶν. τὸ ια΄ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος δʼ καὶ βακχείου· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α΄ ποδὸς χορείου. ἐπὶ τῷ τέλει κορωνὶς, εἶτα παράγραφος. ταῦτα γὰρ τοῦ τέλους τῆς ἐπῳδοῦ σημεῖα.