Ancient Greek · ~3 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 16
Not analysed yet
688. —692. Τὰ τοιαῦτα εἴδη καλεῖται ἀνομοιόστροφα. ἀνομοιόστροφα δέ εἰσιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα πάντως διαιρεῖται, ἢ κατὰ πρόσωπον ἀμοιβαῖον, ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν. καὶ διαιρεῖται εἰς δύο, ἢ εἰς πλείονα. εἰ μὲν οὖν εἰς δύο διαιρεῖται, καλεῖται ἑτερόστροφον, εἰ δὲ εἰς πλείω, ἀλλοιόστροφον. εἰσὶν οὖν τὰ παρόντα ἀλλοιόστροφα. τῆς πρώτης δὲ στροφῆς ταύτης τὰ κῶλα Ϛ΄. τὸ α΄ στίχος ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος πεντασυλλάβου καὶ ἰάμβου· διαιροῦνται γὰρ αἱ μακραὶ τῶν τοιούτων ποδῶν εἰς δύο βραχείας. τὸ γ΄ ὅμοιον καθαρὸν, ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος α΄ καὶ δακτύλου. τὸ ε΄ τροχαϊκὸν ἀκατάληκτον. τὸ Ϛ΄ ὅμοιον τροχαϊκὸν ἑφθημιμερές. οὕτω διῃρημένα χρὴ ταῦτα τὰ κῶλα, καὶ τὰ ἑξῆς, ὡς ἡμῖν διήρηται, ἵνʼ εὐχερῶς καὶ τίνος εἴη μέτρου ἔχωμεν γνῶναι· ἐπὶ τῷ τέλει παράγραφος.