Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 245
Not analysed yet
251—259. οὔκουν κακύνῃ: οὐκοῦν κακὸς φαίνῃ κατὰ τάδε τὰ βουλεύματα, ὃς ἐξ ἐμοῦ ἔπαθες ὁποῖα λέγεις παθεῖν, ποιεῖς δὲ οὐδὲν καλὸν εἰς ἡμᾶς, ἀλλὰ κακὸν ὅσον δύνῃ. ἄγνωμον ὑπάρχει τὸ γένος ὑμῶν, ὅσοι μακαρίζετε τὰς ἀπὸ τοῦ δήμου συμβαινούσας τοῖς ῥήτορσι τιμὰς, δι᾿ ὧν ἀρέσκειν αὐτῷ σπεύδετε ἐκ τοῦ τὰ συμφέροντα αὐτῷ ἀγορεύειν. εἴθε μηδὲ ἐγινώσκεσθε ὑπὸ ἐμοῦ, οἳ βλάπτοντες τοὺς φίλους οὐ φροντίζετε καὶ οὐκ ἐπιστρέφεσθε, ἐὰν λέγητε τῷ δήμῳ τι πρὸς ἡδονὴν καὶ ἀποδοχὴν αὐτῶν. ἀτὰρ τί σοφισάμενοι καὶ ἐφευρόντες, ἔδοξεν ὑμῖν εἰκότως τὴν περὶ τῆς ἐμῆς παιδὸς σφαγὴν βουλεύσασθαι; I.