Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 246
Not analysed yet
251. οὐκοῦν κακύνῃ: οὐκοῦν κακὸς φαίνῃ ἐξ ὧν νῦν δὴ ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς, δι᾿ ἐμὲ ζῶν, ὡς φῄς. Bar. 74. Gu. κακύνῃ: κακὸς γίνῃ καὶ φαίνῃ. Fl. 6. 9. 21. 56. 59. 76. κακῶς ἁλίσκει. ὁ δὲ λόγος· κακὸς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς, δι᾿ ἐμὲ ζῶν. M. Fl. 59. διαφέρει κάκυνσις καὶ κάκωσις. κάκυνσις μὲν ἐπὶ ψυχῆς, κάκωσις δὲ ἐπὶ σώματος. οὐκοῦν κακῶς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς, δι᾿ ἐμὲ ζῶν. διαφέρει τὸ ὡραῖον. ἀπόφασίς ἐστι καταγομένη πρὸς πρόσωπον, ὡς τὸ “ἀχάριστον ὑμῶν τὸ σπέρμα, ὅσοι δημηγόρους ζηλοῦτε τιμάς.” ἐπήγαγε δὲ τὸ ὑμῶν, ὃ καὶ κατὰ πάντα ἐστὶν, ὅτε ῥηθήσεται. τὸ δὲ γνωμικὸν ἀπόφασίς ἐστι μὴ ἀφορῶσα πρὸς πρόσωπον, ἀλλ᾿ ἀπολύτως ἀεὶ λεγομένη κατὰ πάντα, ὡς τὸ “γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. Fl. 56. κακίζω, ψέγω· κακύνομαι παθητικῶς τὸ κακὸς γίνομαι, κακόω, κακῶ, τὸ κακωτικὰ εἴς τινα ποιῶ. Gr. βουλεύμασιν: κατὰ ταῦτα τὰ βουλεύματα, ἃ δηλονότι ἐβουλεύσασθε κατὰ τῆς θυγατρός μου. Fl. 6. 21. 59. 76. Gr. ταῖς πανουργίαις. Fl. 59. διὸ μὴ κακύνῃς ἡμᾶς τοῖς τοιούτοις βουλεύμασιν, ὅστις, ἀντὶ τοῦ σὺ, ἐξ ἐμοῦ οὐκ ἔπαθές τι τῶν κακῶν, καθὼς λέγεις σὺ παθεῖν ἡμᾶς. Fl. 33.