Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 254
Not analysed yet
258. —270. ἀτὰρ τί δὴ σόφισμα τοῦθ᾿ ἡγούμενοι: τοίνυν δίκαιον καὶ ἁρμόζον τοῦτο ἡγούμενοι, τὸ σφάξαι τὴν Πολυξένην, εἰς τὴν τοῦ φόνου ψῆφον; ἆρα τὸ τρέπον καὶ τὸ δίκαιον ἀντὶ τοῦ σφάζειν εἰς τὸν τύμβον, ἔνθα μάλιστα βοῦς πρέπει θυσιάζειν, ἢ τοὺς θανόντας ἀνταποκτεῖναι θέλων ὁ Ἀχιλλεὺς εἰς τήνδε τὴν παῖδα δικαίως τείνει τὸν φόνον; ἀλλ᾿ οὐδὲν αὕτη εἰς αὐτὸν δέδρακε κακὸν, ἢ πεφόνευκεν. εἴπω σοι τὸ ἀληθές; Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα γενέσθαι· αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν ἢ εὐπρεπεστέρα τῷ εἴδει, οὐχ ἡμεῖς τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης; ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι. A.