Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 255
Not analysed yet
258. ἀτάρ: ὁ ἀτάρ καὶ ὁ δέ σύνδεσμος ταὐτὸ δηλοῦσι, διαφέρουσι δὲ κατὰ τοῦτο, ὅτι ὁ μὲν ἀτάρ ποιητικόν ἐστι, ὁ δὲ δέ ὑποτέτακται. Cant. ὁ ἀτάρ σύνδεσμος γράφεται καὶ παρὰ ποιηταῖς καὶ παρὰ τοῖς κοινοῖς ἀντὶ δή ἀργοῦ. τίθεται δὲ εἰς ἀρχὴν κώλου, τὸ δὲ δή εἰς τέλος. Gr. τί δέ. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀλλὰ τί δὲ τοῦτο τὸ συμβόλιον, ὦ ἡγούμενοι καὶ ἄρχοντες τοῦ Ἑλληνικοῦ στρατοῦ, εἰς τὴν τοιαύτην παῖδα ἐκρίνατε καὶ ὡρίσατε φόνου ψῆφον καὶ κρίσιν. Fl. 33. ἀτὰρ τί συμπέρασμα συντελοῦν εἰς κρίσιν τὴν περὶ τῆς Ἀχιλλέως τιμῆς. Fl. 10. 59. αὐτοὺς τοὺς ἀνθρώπους κτείνειν ἤγαγε, τὸ δέον καὶ ὀφείλειν αὐτοὺς εἰς προθυμίαν ἤγαγεν ἀνθρωποκτονεῖν εἰς τάφους τῶν τελευτησάντων· οὐ γὰρ Πολυξένη αὐτῷ αἰτία θανάτου γέγονεν. Fl. 59. σόφισμα: εὕρημα συντελοῦν εἰς τὴν τοῦ Ἀχιλλέως τιμήν. Gr. βούλευμα σοφὸν ἔργον, φρόνημα δίκαιον, πιθανολόγημα· ἤτοι τί σοφισάμενοι καὶ ἐφευρόντες δόξουσιν ἡμῖν εἰκότως τὴν περὶ τῆς ἐμῆς παιδὸς σφαγὴν βεβουλεῦσθαι. Gu.