Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 287
Not analysed yet
287. οἴκτειρον: σὺ δὲ Ὀδυσσεὺς ἐλέησόν με καὶ πορεύθητι εἰς τὸν Ἑλληνικὸν στρατόν. Fl. 33. ἐλθὼν εἰς Ἀχαϊκὸν στρατόν: σὺ, ὦ Ὀδυσσεῦ, ἐλθὼν εἰς τὸν τῶν Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον, εἰ παρηγόρευσας καὶ ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας ὡς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες, ἀλλ᾿ οἰκτειρήσατε. νόμος δ᾿ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα, παρόσον καὶ ὁ δοῦλος φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ καὶ πείσεις αὐτούς. ὁ γὰρ εἷς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ ἐν δόξᾳ ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, οὐ τὴν ὁμοίαν δύναμιν ἔχει. A.