Ancient Greek · ~8 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 288
Not analysed yet
288. παρηγόρησον: παραίνεσον. ἔστιν ἀγορὰ, ἀφ᾿ οὗ ἀγορεύω ῥῆμα, ἐξ οὗ σύγκεινται τό τε δημηγορῶ καὶ παρηγορῶ καὶ συνηγορῶ καὶ τὰ τοιαῦτα. I. ἀντὶ τοῦ παρηλλαγμένα ἀγόρευσον. Fl. 59. ἐνηλλαγμένα εἰπέ. Fl. 17. παρηγορῶ τὸ παραμυθοῦμαι καὶ τὸ παραινῶ. Fl. 6. 9. 21. 50. 59. 76. Gu. παράπεισον, νουθέτησον. M. Fl. 21. 33. τὰ ἐναντία ἀγόρευσον, ἤγουν παῤ ὃ ἠγόρευσας, εἰπέ. Gr. ἡ παρά τὴν παραλλαγὴν ἐνταῦθα δηλοῖ. Gu. φθόνος: ἀντὶ τοῦ νέμεσις. διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ καλοί. νεμεσήσειαν οὖν ὑμῖν οἱ θεοὶ εἴ γε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν φονεύσετε χαριζόμενοι τῷ Ἀχιλλεῖ. Ἄλλως. φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ “καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω,” ἤτοι μέμψεως ἄξιον. A. M. ὅτι φθόνος ἀντὶ τοῦ μέμψις. M. φθόνος: καταχρηστικῶς ἀντὶ τοῦ μέμψις. διαφέρει δὲ φθόνος μέμψεως, ὅτι ὁ μὲν φθόνος εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς ἀπὸ τῶν κακῶν, (φθονοῦνται γὰρ τὰ καλὰ τοῖς κακοῖς) ἡ δὲ μέμψις ἀπὸ τῶν καλῶν εἰς τοὺς κακούς τε καὶ πονηρούς. I. φθόνος, λύπη ἐπ᾿ ἀλλοτρίοις ἀγαθοῖς, ἐνταῦθα δὲ μέμψις. Gr. καὶ νέμεσις καὶ φθόνου ἔργον ἐστί. Gu. ψόγος. Fl. 59. ἄδικον. Fl. 21. μὴ διὰ φθόνον ἀποκτείνειν τὰς γυναῖκας. Fl. 33. ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε: τὸ μὴ φονευθῆναι τὴν ἀρχὴν, ἀλλ᾿ ἐλεηθῆναι εὐτυχία τις ἦν. ὁ φθόνος δὲ πάσῃ εὐτυχίᾳ ἀντίκειται. εἰκότως οὖν τὸ φονευθῆναι τὰς ἠλεημένος φθόνον φησὶν ἀντὶ τοῦ φθόνου ἔργον. δύναται δὲ ἄνθρωπος ζήσας ἐκκρούειν τὸν φθόνον. ὅτε οὖν δύναται, εἰ μὴ ἐκκρούσει, ἄτοπον καὶ ὑπὸ μέμψιν ἐστίν. ἐνταῦθα οὖν οἱ Ἕλληνες εἰ μὴ ἐκκρούσουσι νάμενοι μέμψ ὥστε τὸ φθόνος το ταυτὸ δύναται φθόνου ἔργον ψιν δυναμένην ποπέμψ μὴπροαι διὸ τινὲς ἐνταῦθα συντομίᾳ χρώμενοι ἢ μᾶλλον ἀτελῶς νοοῦντες τὸ φθόνος ἀντὶ τοῦ μέμψις εἰρήκασιν. Gu.