Ancient Greek · ~9 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 29
Not analysed yet
1056. —1084. Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ, ὡς εἴρηται· καλεῖται δὲ καὶ μετρικὰ ἄτακτα, διότι μέτρῳ μὲν γέγραπται, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν. εἰσὶ τὰ παρόντα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, τὰ κῶλα δὲ πάντα λγ΄. τὸ α΄ μονόμετρον χοριαμβικόν. τὸ β΄ ὅμοιον δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ γ΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ΄, ἀντισπάστου καὶ διιάμβου. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ α΄ ποδὸς ἑξασυλλάβου. τὸ ε΄ δακτυλικὸν ἑξάμετρον καταληκτικὸν εἰς συλλαβὴν ἐκ σπονδείων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβινὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος α΄, χοριάμβου καὶ β΄ συλλαβῶν ἀδιαφόρων. καλεῖται δὲ καὶ προσῳδιακὸν, τὸν παίωνα ἔχον ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ θ΄ ὅμοιον ἐκ παίωνος α΄ καὶ ἐπιτρίτου δ΄ καὶ ἰάμβου· εἰ δὲ βούλει, ἔστω ἰωνικόν· ὁ γὰρ παίων οἰκεῖος μᾶλλον τοῖς ἰωνικοῖς. τὸ ι΄ ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἤτοι πενθημιμερές· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ ια΄ χοριαμβικὸν ἡμιόλιον, ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ ιβ΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ιγ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας καὶ συλλαβῆς ἀδιαφόρου. τὸ ιδ΄ χυριαμβικὸν, ὅμοιον τῷ ια΄ εἰ δὲ βούλει, καὶ δακτυλικὸν πενθημιμερὲς Ἀρχιλόχειον. τὸ ιε΄ δακτυλικὸν τρίμετρον. τὸ ιϚ΄ προσῳδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ ιζ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν· εἰ δὲ βούλει, καὶ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τό ιη΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος α΄ καὶ σπονδείου. τὸ ιθ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄ καὶ δισπονδείου· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ κ΄ ἀντισπαστικόν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτων δ΄ δύο καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ κα΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ κβ΄ δίμετρον ἀντισπαστικόν καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ κγ΄ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ κδ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ κε ὅμοιον. τὸ κϚ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ΄ ποδὸς χορείου. τὸ κζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ. τὸ κη΄ δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ κθ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου β΄, ἀντισπάστου καὶ συλλαβῆς. τὸ λ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ λα΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον. τὸ λβ΄ ἰαμβικὸν δίμετρον, βραχυκατάληκτον. τὸ λγ΄ ὅμοιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ὁμοίως καὶ ἐπὶ τῷ τέλει.