Ancient Greek · ~6 min
ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 30
Not analysed yet
1088. —1106. Καὶ τὰ τοιαῦτα κῶλα ὅμοιά ἐστι τοῖς εἰρημένοις, μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ τὰ κῶλα τῆς ὄλης στροφῆς κβ΄. τὸ α΄ ἰαμβικὸν μονόμετρον. τὸ β΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ γ΄ προσῳδιακὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριαμβικοῦ πεντασυλλάβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ ὅμοιον. τὸ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ΄ ποδὸς ἀναπαίστου. τὸ ζ΄ δακτυλικὸν δίμετρον. κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς φασιν οἱ μετρικοί. τὸ η΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικόν. τὸ θ᾿ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὅμοιον τῷ Ϛ΄, τοῦ β΄ ποδὸς ἀναπαίστου. τὸ ι΄ ἰαμβικὸν μονόμετρον. τὸ ια΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. καλεῖται δὲ ταῦτα, ὡς Ἡφαιστίων φησὶν, Ἀνακρεόντεια καὶ ἀμφότερα. τὸ ιγ΄ περίοδος δύο γάρ εἰσι τροχαῖοι καὶ δύο ἴαμβοι. καὶ καλεῖται τοῦτο τὸ κῶλον περίοδος, εὕρηται δὲ καὶ ἀντεστραμμένον. τὸ ιδ΄ χοριαμβικὸν ἡμιόλιον, ἐκ χοριάμβου καὶ σπονδείου, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς, ὃ καλεῖται Ἀλκμανικόν. τὸ ιε΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιϚ΄ ἀσυνάρτητον ἐκ τροχαϊκῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ ιϚ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων πρώτων δύο. τὸ ιη΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ιθ΄ δακτυλικὸν ἑφθημιμερὲς Ἀλκμανικόν. τὸ κ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α΄ ποδὸς ἀναπαίστου. τὸ κα΄ παιωνικόν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο παιώνων ποώτων, τοῦ α΄ πεντασυλλάβου, καὶ τροχαίου. τὸ κβ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ κρητικοῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ τῷ τέλει κορωνίς.