Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 347
Not analysed yet
342. ὁρῶ σ᾿, Ὀδυσσῶ: ἀκούσας ὁ Ὀδυσσεὺς τῆς Ἑκάβης εἰπούσης τῇ Πολυξένῃ, ὦ τέκνον, πρόσπιπτε Ὀδυσσεῖ λαβοῦσα τῆς δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος, καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἦν τοῖς παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ, καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀντέστρεφεν, ὅπως μήτε τῆς χειρὸς αὐτοῦ λάβηται μήτε τῆς γενειάδος. ἰδοῦσα δὲ αὐτὸν ἡ Πολυξένη οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη, ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ἐν τῷ ἱματίῳ, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτέστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν παρακλήσει λαμ ,ὡς ἔστιν ὁ Ζεὺςφίλιος, ξ ένιος ἱκετεύω σε. A.