Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 348
Not analysed yet
342. —344. ὁρῶ: παρεπιγραφὴ χρήσιμος. ἡ δὲ παρεπιγραφὴ τοῖς τραγικοῖς διότι ὁ ποιητὴς ἐν τοῖς τραγικοῖς οὐ φαίνεται. Gu. ὁρῶ σε, φησὶν, ὦ Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ὑπὸ τὰ ἱμάτια, τὸ δὲ πρόσωπον ἀποστρέφοντα, ἵνα μὴ ἱκετεύω σε. M. ὁρῶ σε, Ὀδυσσεῦ, κρύπτοντα τὴν δεξιὰν χεῖρα ὑποκάτω τοῦ ἱματίου, καὶ τὸ πρόσωπον στρέφοντα εἰς τοὐπίσω, ἵνα μὴ ἅψωμαι τῆς γενειάδος σου. I. ὁρῶ σ᾿, Ὀδυσσεῦ: ὁρῶ ἐπὶ σώματος, θεωρῶ ἐπὶ ψυχῆς. δηλοῖ δὲ δύο, τὸ τὰ θεῖα ὁρῶ καὶ τὸ σκέπτομαι. Gr. I. ἐνταῦθα ἐφύλαξεν ὁ Εὐριπίδης τὸ ἡρωϊκὸν ἦθος· οὐ γὰρ ταπεινῶς, ἀλλὰ μετὰ παρρησίας τὴν Πολυξένην λέγειν εἰσήνεγκεν. Gu. I. ὑφ᾿ εἵματος: ὑπὸ τὰ ἱμάτια. M. ἀντὶ τοῦ ὑποκάτω τοῦ ἱματίου. Gr.