Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 350
Not analysed yet
345. θάρσει: ἐκπέφευγας τὴν ἐμὴν ἱκεσίαν. Gr. I. οἱ δεόμενοι προέτεινειν εἰώθασι Δία ἱκέσιον, οἱ δὲ συνοικοῦντες ἐφέστιον, οἱ δὲ φίλοι φίλιον, οἱ δ᾿ ἐν μιᾷ τάξει καὶ συμμορίᾳ καταλεγόμενοι ἑταιρεῖον, οἱ δὲ ξένοι ξένιον, οἱ δ᾿ ἐν ὅρκοις συμφωνίας ποιοῦντες ὅρκιον, οἱ δὲ ἀδελφοὶ ὁμόγνιον. B. I. φησὶν οὖν ἐκπέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, ἤγουν ὃν ἐγὼ ἔμελλον προτείνειν ἱκετεύουσα ἱκέσιον Δία, τουτέστιν ἐκπέφευγας τὴν ἐμὴν ἱκεσίαν. Gr. θάρσει: Αἰολικῶς θάρρει θάρρος ἔλεγον. Gu. θάρσει: θάρρει. Fl. 21. μὴ φρόντιζε. Fl. 56. οὐχ ἱκετεύω σε, ἐπεὶ πέφευγας παῤ ἐμοῦ τούτου τυχεῖν. M. οὐχ ἱκετεύω γάρ σε τὴν δέησιν τὴν ἔχουσαν τὸ τῆς δίκης νόημα. Fl. 17. χαῖρε ὅτι τὸν ἐμὸν παρακλήτορα Δία πέφευγας, ἡνίκα ἦς ἐν τῇ Τροίᾳ. Fl. 33. ἦν γὰρ καὶ ἕτερος Ζεὺς ἔφορος τῆς ἱκεσίας. λέγει δὲ ἡ Πολυξένη ὅτι πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, ἤγουν οὐχ ἱκετεύσω σε περὶ τοῦ θανάτου, ἀλλὰ γενναίως ἄξω. Fl. 21. ὃν ἐβουλόμην θέσθαι σοι εἰς παράκλησιν. ὡς ἔστιν ὁ Ζεὺς ξένιος, φίλιος καὶ τὰ λοιπὰ, οὕτω καὶ ἱκέσιος. Gu.