Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 351
Not analysed yet
346. —354. ὡς ἕψομαί σοι: ὅτι ἀκολουθήσω σοι, καὶ χάριν τοῦ ἀπαραιτήτου, καὶ θέλουσα ἀποθανεῖν· εἰ δὲ μὴ θελήσω, φανοῦμαι γυνὴ δειλὴ καὶ φιλόζωος· κατὰ τί γάρ με πρέπει ζῆν, ᾗτινι πατὴρ μὲν ἦν ἄναξ πάντων τῶν Φρυγῶν καὶ Τρώων· ——τοῦτο πρῶτον καὶ ἐξαίρετον ἐμοὶ τοῦ βίου καὶ τῆς ζωῆς· ——ἔπειτα ἀνετράφην ὑπὸ καλῶν ἐλπίδων, βασιλεῦσι νύμφη, ἐσομένη δηλονότι, ἔχουσα ζῆλον γάμου οὐ μικρὸν, εἰς οὗτινος ἑστίαν καὶ οἰκίαν παραγενήσομαι. I. ὡς: ὄντως. Fl. 17. λίαν. Fl. 10. ἀναγκαίου: ἕνεκα τῶν ἀναγκῶν. Fl. 17. ἤγουν ἕνεκεν τῆς ἀνάγκης. Fl. 59. ἀπαραιτήτου· ἀπαραίτητος γάρ ἐστιν ἡ τῶν Ἑλλήνων κατ᾿ ἐμοῦ ψῆφος. Gu.