Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 469
Not analysed yet
468. ἐν κροκέῳ πέπλῳ: τῷ τῆς Ἀθηνᾶς κροκοειδεῖ πέπλῳ, ἐν ῳ ἐγγράφεται ἤτοι ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων. ὁ δὲ νοῦς, ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ, ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῶν ὑφαίνουσα, ἢ τὴν γιγαντομαχίαν. M. οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὡς φησιν Ἀπολλόδωρος ἐν τῇ περὶ θεῶν αὐλῆς, ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ. A. M. ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Τίγαντας ἐμπεποίκιλται δηλοῖ Στράττις. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Παναθηναίοις. M. κροκέῳ πέπλῳ: ἤγουν ἐν ἱματίῳ βεβαμμένῳ ἀπὸ τοῦ κρόκου. Fl. 6. 9. 21. 56. 59. 76. ἐν κοκκίνῳ βλατίῳ. Fl. 33. κρόκη τὸ ἰδίωτικῶς καλούμενον ὑφάδιον, ὅπερ εἱλίττεται περὶ τὸν στήμονα, ὡς Πσίοδός φησι λέγων “στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι.” Ἄλλως. ἀπὸ τοῦ κρόκους ὁ αἰγιαλὸς παρὰ τὸ κείρω τὸ κόπτω κερόκη καὶ κρόκη, εἰς ὰ κείρονται καὶ κυλῶνται τὰ κύματα. οὐ μόνον δὲ αἱ παρθένοι ὕψαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ περὶ θεῶν αὐλῇ, ἀλλὰ καὶ γυναῖκες τέλειαι, ὡς ερεκράτης ἐν Δουλοδιδασκάλῳ. Fl. 6. 10. ὑφαντῷ· κρόκη γὰρ τὸ ὑφάδιον· ἢ κροκοειδεῖ. Gu.