Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 470
Not analysed yet
469. ζεύξομαι ἅρματι πώλους: ἔθος ἦν ἐν λθήναις ὑφαίνειν τὰς παρθένους τῇ Ἀθηνᾷ πέπλον ἔχοντα τὰς ἀριστείας τῆς θεοῦ πολεμικῆς οὔσης, καὶ ἃ κατὰ τῶν ιγάντων κατεπράξατο μετὰ τοῦ Διός. ὕφαινον γὰρ ἐν τοῖς Παναθηναίοις. τὰ δὲ Παναθήναια ἦν ἑορτὴ Ἀθηνᾶς, πάντων Ἀθηναίων συνιόντων ἐκεῖσε καὶ τῶν ἄλλων Ἑλλήνων τέσσαρας ἡμέρας πανηγυριζόντων. ἀνετίθετο δὲ ὁ πέπλος τῇ θεῷ. B. Gu. 1. εἰκότως εἶπε τὸ ζεύξομαι πρὸς τὸ πώλους· ζεύγνυνται γὰρ οἱ πῶλοι· εἶτα προϊῶν εἰς τὸ ἢ Τιτάνων γενεάν οὐ ζεύξομαι εἴποις, ἀλλʼ ὑφανῶ· καὶ γὰρ κἀνταῦθα ὑφανῶ ἔδει εἰπεῖν, ἀλλʼ ἐτήρησε τὴν τροπὴν, ὡς ἔφαμεν, πρὸς τὸ πώλους. B. Gu. I. ζεύξομαι: κατασκευάσω καὶ ὑφανῶ. Fl. 59. ὑφάσματι συναρμόσω. Fl. 9. 17. ἤγουν ἵππους ἄρματι ἐζευγμένους ποιήσω. Gr. διὰ τῆς ὑφάνσεως συζεύξω, ὑφανῶ. Gu.