Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 486
Not analysed yet
488. —491. ὦ Ζεῦ, τί λέξω: ἆρα ὁρᾶν σε ταύτην κεκτῆσθαι ἡμᾶς, ἡ τύχη δʼ ἐπισκοπεῖν. ταῦτα δὲ εἶπε λυπτὴν κάβην καὶ λέγων, ὦ Ζεῦ, διὰ τί οὐκ ἐλευθεροῖς αὐτὴν ἀπὸ τῶν λυπῶν πολλὰ παθοῦσαν δεινά; ἡ δὲ σύνταξις οὕτως, ὦ Ζεῦ, ἆρα εἴπω σε μὴ ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἢ τὴν ὑπόληψιν μάταια κεκτῆσθαι τοὺς βροτοὺς, ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντα εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν. A. οὐκέτι δέ σε, ὦ Ζεῦ, ἐφορᾶν τὰ τῶν ἀνθρώπων πράγματα, ἀλλὰ τύχην εἶναι τὴν διέπουσαν. A. rec. ὁρῶν ὁ Ταλθύβιος τὴν Ἑκάβην οὕτως ἀθλίως ἐν γῇ κειμένην ἐκπληττόμενος λέγει πρὸς τὸν πότερον, ὦ Ζεῦ, σὺ τοὺς ἀνθρώπους ἐφορᾷς, ἢ δοκοῦντες οἱ ἄνθρωποι εἶναι θεοὺς καὶ κήδεσθαι αὐτῶν ἔχουσι τὴν περὶ τούτου δόξαν ψευδῆ, τὸ δὲ τῆς τύχης διοικεῖ τὰ ἀνθρώπεια; οὕτω τὸ ψευδῆ πρὸς τὸ δόξαν συντακτέον, οὐ πρὸς τὸ δοκοῦντας, καθὼς οἴονταί τινες ἀγνοήσαντες, καὶ τὸ ψευδῆ ἀντὶ τοῦ ψευδῶς ἐκλαβόντες. Gu. I. φεῦ, ἆρα εἴπω σε ὁρᾶν τοὺς ἀνθρώπους, ἢ λέξω τοῖς ἀνθρώποις ὑπόνοιαν ψευδῆ ταύτην κεκτῆσθαι τοὺς θεοὺς, τὴν τύχην δὲ εἶναι τήνδʼ ὐηʼ οὐράνιον τὴν σκοποῦσαν καὶ διοικοῦσαν αὐτούς. Fl. 17. ὦ Ζεῦ, ποῖα δεῖ λέγειν, πότερον ὁρᾶν ἀλληνάλλως τὴν δόξαν τῶν ἀνθρώπων μάτην γεγενημένην. ψευδῆ γὰρ οἱ θεοὶ τὴν τύχην ἐν τοῖς ἀνθρώποις ἐπισκοπεῖν. Fl. 33.