Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 620
Not analysed yet
612. νύμφην: Ἀχιλλέως. Fl. 10. ὡς μνηστευθεῖσαν τῷ Ἀχιλλεῖ. Gu. ἄνυμφον: ἔν ἴσῳ τῷ κακόγαμον. M. κακόνυμφον. Gr. ὡς μὴ τῆς μνηστείας τετελεσμένης. Gu. ἀπάρθενον: ἤγουν δυστυχῆ παρθένον. Fl. 6. 9. 10. 21. 56. 59. 76. Gr. σημείωσαι τὸ τραγικὸν ἔθος νύμφην ἄνυμφον ἔσεσθαι. παρὰ τὸ πυκνότερον τοὺς ποιητὰς οὕτως κεχρῆσθαι, λέγοντας γάμον ἄγαμον, ἤτοι κακόγαμον, καὶ νῦν λέγει νύμφην τʼ ἄνυμφον καὶ παρθένον τʼ ἀπάρθενον. Fl. 33. πρὸς τὸ τραγικὸν ἔθος. νύμφη, διότι ἔμελλε καλλωπίσαι ταύτην καὶ προθήσειν, ἄνυμφος δὲ διότι οὐκ ἔζη, ἀλλὰ ἀπέθανεν. Fl. 59. ἀπάρθενον: κακοπάρθενον. Gr. εἰς κακὸν τὴν παρθενίαν φυλάξασαν. Gu. οἱ μὲν τὸ ἀπάρθενον ἀντὶ τοῦ κακοπάρθενόν φασιν, ἐμοὶ δὲ οὐχ οὕτω δοκεῖ, ἀλλʼ εἰποῦσα “νύμφην τʼ ἄνυμφον” νύμφην μὲν ὡς μνηστευθεῖσαν τῷ Ἀχιλλεῖ, ἄνυμφον δὲ ὡς τῆς μνηστείας μὴ τελεσθείσης, ἐπήγαγε πρὸς μὲν τὸ νύμφην τὸ ἀπάρθενον, πρὸς δὲ τὸ ἄνυμφον τὸ παρθένον. Gu. I. τὸ α σημαίνει ἑπτὰ, ὡς τὸ ἀοίκητος ὁ μὴ ἔχων οἰκίαν. ἐπίτασιν, ὡς τὸ ἄξυλος ὕλη. ὁμοῦ, ὡς τὸ ἄκοιτις ἡ ὁμόκοιτος. κακὸν, ὡς τὸ ἄφωνος ὁ κακόφωνος. ὀλίγον, ὡς τὸ ἀμαθὴς ὁ ὀλιγομαθής. ἄθροισιν, ὡς τὸ ἅμα ἀντὶ τοῦ ὁμοῦ, καὶ πλεονασμὸν, ὡς τὸ πᾶς ἅπας. A.