Ancient Greek · ~9 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 621
Not analysed yet
613. —615. προθῶμαι: εἰς τὸ μέσον θήσω, ὡς μὲν ἀξία, ἐστὶ δηλονότι, πόθεν; οὐδαμῶς δυναίμην. (τὸ πόθεν καὶ τὸ οὐδαμῶς ταυτὸ σημαίνει· διαφέρουσι δὲ κατὰ τοῦτο, ὅτι τὸ μὲν πόθεν ἐμφαίνει ἐρώτησίν τινα, τὸ δὲ οὐδαμῶς τελείαν ἀπόφασιν.) ὡς δὲ ἔχω καὶ δύναμαι ποιήσω. ταῦτα λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. I. τὸ τε τοῦ κόσμον τʼ ἀγείρασα πρὸς τὸ ὡς δʼ ἔχω οὕτως ἐστὶν, ἀξίως μὲν οὐκ ἂν δυναίμην αὐτὴν λοῦσαί τε καὶ προθέσθαι· ὡς δὲ ἔχω, ποιήσω τοῦτο καὶ ἀγείρασα κόσμον ἀπὸ τῶν αἰχμαλωτιδων. Gu. I. προθῶμαι: προθήσω. Fl. 6. 10. ποιήσω. Fl. 56. προθήσω ἀντὶ τοῦ θάψω. M. Fl. 21. θάψω. Fl. 10. 17. νεκρὸν ἔμπροσθεν πολλῶν θήσω. Gr. εἰς μέσον θήσω. Gu. ὡς δʼ εὐπορῶ, προθήσω. M. ὡς: καθά. Fl. 59. 76. ἀξία: ὑπάρχει. Fl. 59. 76. ἐστί. Fl. 17. πόθεν: οὐδαμῶς. Gr. γράφεται ποθὲν, ἀντὶ τοῦ ἀπό τινος πράγματος. Gr. προθῶμαι: προθήσομαι. ἀντὶ τοῦ θάψω, ὡς μὲν ἀξία ἡ παρθένος προτεθῆναι οὐκ ἄν δυναίνην προθεῖναι αὐτήν· πόθεν γάρ; ὡς δὲ ἔχω προθῶμαι αὐτὴν κόσμον ἀγείρασα παρὰ τῶν αἰχμαλωτίδων, ἵνʼ ᾖ περιττὸς ὁ τε. τὸ πόθεν δὲ ἀντὶ τοῦ οὐδαμῶς. ἔστι δὲ ἐπίρρημα ἀρνήσεως. B. a m. sec. ὡς μὲν ἀξία ἐστὶν ἡ παρθένος προθῶμαι αὐτὴν, πόθεν; μὴ ἔχουσα τὰ ἄξια αὐτῆς· ὡς δὲ δύναμαι προθῶμαι αὐτὴν κόσμον ἀγείρασα αἰχμαλωτίδων πάρα, ἵνʼ ᾖ περιττὸς ὁ τε. ὡς μὲν ἀξίως αὐτὴν προθῶμαι οὐκ ἄν δυναίμην, ὡς δὲ ἔχω, οὕτως αὐτὴν προθῶμαι. A. B. M. Fl. 59. προθήσω ἐπὶ τῷ κλαῦσαι αὐτήν. ὡς μὲν ἀξία, πόθεν; ἐπεὶ γὰρ βασιλὶς ἦν, ἀξία ἦν καλλωπισθῆναι ἐν τῷ θανάτῳ αὐτῆς, ὡς νύμφης, πολυτελῶς, οἷα τὰ τῶν βασιλέων. μὴ ἔχουσα δὲ ἡ Ἑκάβη λέγει πόθεν, ἀντὶ τοῦ οὐδαμῶς ἔχω τινὰ καλλωπίσματα ἁρμόζοντα τῇ θυγατρί μου. τοιοῦτον γάρ ἐστι τὸ πόθεν, ἤγουν πόθεν ἔχω εὑρεῖν ταῦτα; οὐδαμῶς· οὐκ ἂν δυναίμην, οὐκ ἔχω, οὐκ εὐπορῶ τῶν ἁρμοζόντων. ὡς δὲ ἔχω, προθήσω τὰ κατʼ ἀξίαν μὴ ἔχουσα. τί γὰρ πάθω; εἰ πολλάκις ἀπὸ τῶν αἰχμαλωτίδων τινὲς λαθόντες ἑαυτῶν δεσπότας, ὅτε ἐν τῇ Τροίᾳ ἐσκύλευον, παρεκρύψαντό τινες κόσμους αὐτῶν, τούτους ἀραμένη, καὶ καλλωπίσασα προθήσω αὐτήν. Fl. 59. πόθεν: γρ. καὶ τυχεῖν. M.