Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 637
Not analysed yet
629. —648. ἐμοὶ χρῆν συμφοράν: ἤτοι ἀπέκειτο γενέσθαι βλάβην, ἐξ ἐκείνου τοῦ καιροῦ δηλονότι, ὅτε κατὰ τὴν ἀρχὴν ἔκοψεν ὁ Ἀλέξανδρος ὕλην ἀπὸ ἐλάτης δένδρου, πλεύσων ἐπὶ τὸ κῦμα τὸ θαλάσσιον διὰ τὰ λέκτρα τῆς Ἐλένης, ἣν ὡραιοτάτην ὁ λαμπρὸς βλέπει ἥλιος. πόνοι γὰρ καὶ ἀνάγκαι ἐπικρατέστεραι τῶν πόνων κυκλοῦσιν, ἡμᾶς δηλονότι. κοινὸν δὲ κακὸν ἀφανιστικὸν ἐξ ἰδίας μωρίας ἐπῆλθε τῇ Τρωϊκῇ γῇ συμφοραί τε, ἀπʼ ἄλλων συμφορῶν δηλονότι ἐκρίθη δὲ, ἀντὶ τοῦ διεκρίθη, ἡ ἔρις, ἃν, ἀντὶ τοῦ δι᾿ ἣν ἔριν ἐδίκασεν ἐν τῇ Ἴδῃ τὰς τρεῖς θυγατέρας τῶν θεῶν ὁ βουκόλος Ἀλέξανδρος, ἐπὶ πολέμῳ καὶ φόνῳ καὶ βλάβῃ τῶν ἐμῶν οἰκημάτων. I. οἷον αὐτὴ ὡς ἄξιον τὴν Ἑλένην. ἀλλ μοι χρῆν πήματα μχορός αὐτὴν ἀνακλαίεται, καί φησιν, ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴν γενέσθαι ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὅρους ὕλην τὴν ἐλατίνην (ἐλάτη δὲ εἶδός ἐστι δένδρου), ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἥλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται, καὶ κοινὸν τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρον. ἴδιον. γὰρ τὸ χωρὶς, ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων αὐτομολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος. A.