Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 638
Not analysed yet
629. ἐμοὶ χρῆν συμφοράν: ἔδει μοι ἄρα, ὡς ἔοικε καὶ εἱμαρμένον ἦν, συμφορὰν γενέσθαι. B. M. αὕτη μοι ἀρχὴ συμφορᾶς ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων τὴν Ἑλένην. B. M. ἀπέκειτο ἐμοὶ συμφορὰν γενέσθαι, ἀπέκειτο ἐμοὶ βλάβην γενέσθαι, ὅτε πρῶτον ὁ Ἀλέξανδρος ἐτάμετο τὴν δαίαν ὕλην τὴν εἰλατίνην, ἤγουν τὰ ἀπὸ τῆς Ἴδης τοῦ ὄρους δένδρα τὰ ἐλάτινα, στόλον νηῶν μέλλων κινήσειν ἐπὶ τὸ κῦμα τὸ θαλάσσιον ἐπὶ τὴν κοίτην τῆς Ἑλένης, ἣν εὐειδεστάτην λάμπει ὁ χρυσοφαὴς ἥλιος. Gr. Bar. 74. ἀπέκειτο καὶ εἱμαρμένον μοι ἦν παθεῖν συμφορὰν ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἧς πρῶτον καὶ κατὰ τὴν ἀρχὴν ἔκοψεν ὁ Ἀλέξανδρος ἀπὸ τῆς Ἴδης τὰ ἀπὸ ἐλάτων δένδρων ξύλα μέλλων ἀπελθεῖν ἐπὶ τὰ λέκτρα τῆς Ἑλένης, ἥντινα τὴν Ἑλένην τὴν καλλίστην λαμπρύνει ὁ χρυσοφαὴς ἥλιος, ἤγουν τὴν ὡραιοτάτην· ἑτέραν γὰρ ὡραιοτάτην ταύτης ὁ χρυσοφαὴς ἥλιος οὐκ ἐθεάσατο. Fl. 59. χρῆν: ὑπῆρχεν, ἀπέκειτο. B. Gr. εἱμαρμένον ἤν, χρεῶν ὑπῆρχε. ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται. Gu.