Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 687
Not analysed yet
683. ἀπωλόμην: ἐφθάρην. Fl. 17. 21. ἀπωλέσθην. Gu. δύστηνος: ἤγουν ἡ ἀθλία. Fl. 17. ζητητέον ἐπὶ τοῦ “οὐκέτʼ εἰμὶ δὴ, ἀπωλόμην δύστηνος” διὰ τί κάβη, καὶ πρότερον ἔχουσα λύπας πολλὰς τῶν τε παίδων καὶ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀλλοτρόπως θρηνοῦσα, οὐκ εἶπε καὶ τότε τὸ “οὐκέτʼ εἰμὶ δή.” καὶ φαμὲν ὅτι πρότερον πολλὰς ἔχουσα λύπας, ὅμως ἐθάρρει εἰς τὸν Πολύδωρον, ὅπως, ἀνατραφέντος τούτου, κρατήσῃ πάλιν τὴν Τροίαν, καὶ γενήσεται διάδοχος τοῦ πατρὸς αὐτῆς, καὶ ἔσται ἡ γενεὰ αὐτῆς ὡς καὶ πρότερον· νῦν δὲ ἰδοῦσα καὶ τοῦτον σφαγέντα, ὡς μὴ ἔχουσα ἄλλον τινὰ παῖδα, εἰς ὃν ἔχει τὴν ἐλπίδα, ἀποκλαίουσα ἑαυτὴν λέγει, ἕως τοῦ νῦν εἶχόν τινα ἐλπίδα εἰς τὸν Πολύδωρον, ἀπὸ τοῦ νῦν δὲ οὐκέτι ὑπάρξω ἔχουσα ἐλπίδα εἰς τὸ κρατῆσαι καὶ αὖθις τὴν Τροίαν. Fl. 59.