Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 688
Not analysed yet
685. κατάρχομαι: εὕρηται τὸ ἄρχω καὶ παρὰ Πινδάρῳ αἰτιατικῇ “ἄρχε δὲ οὐρανῶ πολυνεφέλα κρέοντι,(θύγατερ, δόκιμον ὕμνον.” εὕρηται δὲ καὶ ἔν τινι τῶν παλαιῶν οὕτως. l. ἀρχὴν ποιοῦμαι. Gu. νόμων: μελῶν. Gr. νόμος γὰρ τοῖς μαινομένοις θρηνεῖν. Gu. κατάρχομαι γόων ἤγουν θρηνητικῆς ᾠδῆς· νόμους γὰρ οἱ παλαιοὶ τὰς ᾠδὰς ἔλεγον. Fl. 17. 21. 25. καὶ γὰρ αὕτη ἡ λύπη ἀφόρητος οὖσα οὐκ ἐῷ με τοῦτο φέρειν, ἀλλὰ ποιεῖν ὡς μαινομένη βάκχη. Fl. 21. ἀρχὴν ποιοῦμαι τοῦ θρήνου τὸν βακχεῖον νόμον· οἱ γὰρ βακχευόμενοι μαινομένοις ἐοίκασιν. ἦλθε δὲ εἰς ἡμᾶς ἡ ἀρχὴ τοῦ θρήνου τούτου ἐξ ἀλάστορός τινος, ἤγουν κακῆς τύχης, ἢ ἐκ τοῦ ἀλάστορος, ἤγουν τοῦ Πολυμήστορος, ἀρτίως μαθοῦσα τὰ νῦν κακά. Fl. 59. ἀρχομένη λέγει τὸ αἳ αἴ, ὅπερ ἐστι νόμος ἀπὸ τῶν Βακχῶν· αἱ γὰρ Βάκχαι πρῶτον τὸ αῖ ἐξεφάνησαν. Fl. 33.