Ancient Greek · ~10 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 689
Not analysed yet
685. αἰαῖ κατάρχομαι νόμον: κατάρχομαι γόων βακχείων ἐξ ἀλάστορος, οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλʼ ἀπό τινος ἀλάστορος· οἱ γὰρ γόοι τῶν Βακχῶν μεθʼ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησι καὶ κάβη, καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλʼ ἐξ ἀλάστορος καὶ ἀηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν Βακχῶν δαίμων. Ἄλλως. ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. ἀρτιμαθὴς δέ ἐστιν ἀπηρτισμένα μαθοῦσα ὑπὸ τοῦ ὀνείρου. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀντὶ τοῦ τῆς θρηνητικῆς ᾠδῆς. νόμους γὰρ ἔλεγον οἱ παλαιοὶ καὶ τὰς ᾠδάς. ἀρτιμαθὴς ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως μαθοῦσα τὰ κακὰ ὑπὸ τοῦ ὀνείρου οὗ εἶδεν ἔνθα φησὶν “εἶδον γὰρ βαλιὰν ἔλαφον” καὶ τὰ ἑξῆς. A. Βακχεῖον: Βάκχαι ἱέρειαι ἦσαν τοῦ Διονύσου, καὶ κατεχόμεναι ὑπʼ ἐκείνου ἐδόκουν μαίνεσθαι, ἄνετοι οὖσαι τὰς κόμας καὶ τὰ ἱμάτια περιερρηγμέναι, βοῶσαι τῷ Διονύσῳ ἴακχε ἴακχε· ἐντεῦθεν γὰρ καὶ Βάκχαι ἐκλήθησαν. Βακχείων οὖν ἐνταῦθα νόμων λέγει τῶν μανικῶν, καὶ οἷς χρῶνται αἱ Βάκχαι, ὑμνοῦσαι τὸν θεόν. γράφεται δὲ καὶ βακχείων γόων. Gu. I. βακχείων: μανικῶν. Gr. παραφρονεῖν ποιούντων, ἢ θρηνητικῶν. Gu. ἤγουν τοῦ Διονύσου. Fi. 17. βακχεῖον δὲ θρηνητικὸν ἢ κινητικὸν ἢ σύντονον, ἀλλʼ οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλὰ ἐξ ἀλάστορος, ἤγουν πονηροῦ δαίμονος· οἱ γὰρ γόοι τῶν βακχείων μεθʼ ἡδονῆς γίνονται, ὁ δʼ ἐμὸς οὐς οὕτως. Fl. 25. κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικὸν, ἢ τὸν τῷ βακχείῳ διασυντιθέμενον, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. Fl. 33. ἐξ ἀλάστορος: ἐχθροῦ. Gr. τοῦ Πολυμήστορος. Gu. ἐξ ἐχθροῦ, φθονηροῦ (πονηροῦ, ut 6.) . ἐξ ἐχθροῦ δαίμονος. Fl. 21. κακοποιοῦ δαίμονος. Fl. 17. ἐκ κακοῦ δαίμονος. Fl. 21. 59. ἀλάστωρ κυρίως λέγεται ὁ φονεὺς, ἢ ὁ ἄλαστα καὶ ἀλάθητα ἔργα ποιῶν· οὐδέποτε γὰρ δύναται κρυβῆναι ὁ φόνος· ἢ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶμαι· ὁ γὰρ φονεύσας τινὰ κατὰ τὴν παλαιὰν συνήθειαν ἐξήρχετο τοῦ τόπου αὐτοῦ, καὶ περιπατῶν κατὰ τόπους ἐπλανᾶτο ἔνθεν κἀκεῖθεν, ζητῶν τὴν ἴασιν τοῦ φόνου οὗ ἔπραξεν, ἕως οὗ ἔζη. μαρτυρεῖ δὲ τοῦτο καὶ Ὅμηρος, εἰς τὸν Βελλεροφῶντα πλανώμενον λέγων “ἤτοι ὁ καππεδίου τοῦ Ἀληΐου οἶος ἀλᾶτο,” ἤγουν μόνος. Ἀλήϊον δὲ ἀκὸ τοῦ ἀλῶ τὸ πλανῶμαι. Fl. 59. ἀλάστωρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ λήθη, ὁ διάβολος, ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ, καὶ ὁ φθορεὺς ἀπὸ τοῦ ἁλίσκω.