Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 732
Not analysed yet
739. τί μοι προσώπῳ: καθʼ ἑαυτὴν συλλογίζεται ἡ Ἑκάβη. B. ἀπορούσης τῆς Ἑκάβης καθʼ ἑαυτὴν ἆρα προσπέσω τῷ Ἀγαμέμνονι, καὶ βοηθεῖν πείσω, ἢ οἴσω τὰ κακὰ ἐν σιγῇ, ἰδὼν ὁ Ἀγαμέμνων οὕτως αὐτὴν ἐνδοιάζουσαν, φησὶ, τί ἐγκλίνασα καὶ στρέψασα τὸ σὸν νῶτον ἐμοὶ θρηνεῖς, καὶ οὐ στρέψασα πρόσωπον πρὸς πρόσωπον λέγεις τὸ πραχθέν; τίς ἐστιν οὗτος ὁ νεκρός; τὸ δέ μοι καὶ τὸ προσώπῳ καθʼ ὅλον καὶ μέρος εἴρηται, τὸ μὲν ἐμοί ὅλον, τὸ δὲ προσώπῳ μέρος. μέρος γὰρ τοῦ παντὸς σώματος τὸ πρόσωπον. Gu. I. τί μοι προσώπῳ: τί με ἀποστραφεῖσα καὶ τῷ προσώπῳ μου τὸν νῶτόν σου δοῦσα θρηνεῖς; B. M. διὰ τί ἐν τῷ προσώπῳ μου κλίνασα ἤγουν τρέψασα τὸν σὸν νῶτον. Gu. τί τὸ πρόσωπον πρὸς τὸν νῶτον δοῦσα ὀδύρῃ καὶ θρηνεῖς; ἀντίπτωσις. τί τὸ πρόσωπόν σου κρύβεις καὶ στρέφεις ὀπίσω εἰς τὴν ῥάχιν, καὶ οὐ λαλεῖς; Fl. 33. ἐγκλίνασα: ὑποκύψασα. Fl. 59.