Ancient Greek · ~2 min
733 to 734
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 733-734
Not analysed yet
740. ὀδύρῃ: θρηνεῖς. Gr. τὸ ὀδύρῇ ἀντὶ τοῦ ὀδύρῃ, ὁ μέλλων ἀντὶ ἐνεστῶτος. ὁ γὰρ ἐνεστὼς μακρὸν ἔχει τὸ δυ, καὶ οὐ συμφωνεῖ τῷ μέτρῳ. Gu. δύρῃ: κατὰ ἀφαίρεσιν τοῦ ο. ὀδύρῃ γάρ ἐστιν. B. 741. ἀλλʼ εἴ με: ταῦτα καθʼ ἑαυτήν φησιν ἡ Ἑκάβη. ἀλλ᾿ ἐὰν εἴπω τοῦτον τὰ κακὰ τὰ ἐμὰ, ἢ κρατήσω τὸ γόνυ τούτου, φοβοῦμαι μὴ ἡγησάμενος ἐμὲ εἶναι ποτὲ πολεμίαν, νῦν δὲ δούλην, ἀποδιώξει με τῶν γονάτων αὐτοῦ, καὶ ἀποδιωχθεῖσα προσθήσω ἐμαυτῇ πλειοτέραν θλίψιν. Fl. 59.